Σελίδες

Παρασκευή 14 Απριλίου 2023

Η ζωή εν τάφω

 


Η ζωὴ ἐν τάφῳ,

κατετέθης Χριστέ,

καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο

συγκατάβασιν δοξάζουσαι τὴν σήν.



Ἡ ζωὴ πῶς θνῄσκεις;

πῶς καὶ τάφῳ οἰκεῖς;

τοῦ θανάτου τὸ βασίλειον λύεις δέ,

καὶ τοῦ ᾅδου τοὺς νεκροὺς ἐξανιστᾶς.


Μεγαλύνομέν σε,

Ἰησοῦ Βασιλεῦ,

καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου,

δι' ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.


Μέτρα γῆς ὁ στήσας,

ἐν σμικρῷ κατοικεῖς,

Ἰησοῦ παμβασιλεῦ τάφῳ σήμερον,

ἐκ μνημάτων τοὺς θανόντας ἀνιστῶν.


Ἰησοῦ Χριστέ μου,

Βασιλεῦ τοῦ παντός,

τί ζητῶν τοῖς ἐν τῷ ᾅδῃ ἐλήλυθας;

ἢ τὸ γένος ἀπολῦσαι τῶν βροτῶν.


Ὁ Δεσπότης πάντων,

καθορᾶται νεκρός,

καὶ ἐν μνήματι καινῷ κατατίθεται,

ὁ κενώσας τὰ μνημεῖα τῶν νεκρῶν.


Ἡ ζωὴ ἐν τάφῳ

κατετέθης Χριστέ,

καὶ θανάτῳ σου τὸν θάνατον ὤλεσας,

καὶ ἐπήγασας τῷ κόσμῳ, τὴν ζωήν.


Μετὰ τῶν κακούργων,

ὡς κακοῦργος Χριστέ,

ἐλογίσθης δικαιῶν ἡμᾶς ἅπαντας,

κακουργίας τοῦ ἀρχαίου πτερνιστοῦ.


Ὁ ὡραῖος κάλλει,

παρὰ πάντας βροτούς,

ὡς ἀνείδεος νεκρὸς καταφαίνεται,

ὁ τὴν φύσιν ὠραΐσας τοῦ παντός.


ᾅδης πῶς ὑποίσει,

Σῶτερ παρουσίαν τὴν σήν,

καὶ μὴ θᾶττον συνθλασθείη σκοτούμενος,

ἀστραπῆς φωτός σου αἴγλη ἐκτυφλωθείς;


Ἰησοῦ γλυκύ μοι,

καὶ σωτήριον φῶς,

τάφῳ πῶς ἐν σκοτεινῷ κατακέκρυψαι;

ὢ ἀφάτου, καὶ ἀρρήτου ἀνοχῆς!


Ἀπορεῖ καὶ φύσις,

νοερὰ καὶ πληθύς,

ἡ ἀσώματος Χριστὲ τὸ μυστήριον,

τῆς ἀφράστου καὶ ἀρρήτου σου ταφῇς.


Ἡ Ζωὴ θανάτῳ,

θαῦμα! Πῶς ὁμιλεῖ;

Πῶς θανάτῳ καταργεῖται ὁ θάνατος;

ἐκ θανόντος πῶς πηγάζει δὲ ζωή;


Ὢ θαυμάτων ξένων!

ὢ πραγμάτων καινῶν!

Ὁ πνοῆς μοι χορηγὸς ἄπνους φέρεται,

κηδευόμενος χερσὶ τοῦ Ἰωσήφ.


Καὶ ἐν ταφῶ ἔδυς,

καὶ τῶν κόλπων, Χριστέ,

τῶν πατρῴων οὐδαμῶς ἀπεφοίτησας·

τοῦτο ξένον καὶ παράδοξον ὁμοῦ.


Ἀληθὴς καὶ πόλου,

καὶ τῆς γῆς Βασιλεύς,

εἰ καὶ τάφῳ σμικροτάτῳ συγκέκλεισαι,

ἐπεγνώσθης πάσῃ κτίσει Ἰησοῦ.


Σοῦ τεθέντος τάφῳ,

πλαστουργέτα Χριστέ,

τὰ τοῦ ᾅδου ἐσαλεύθη θεμέλια,

καὶ μνημεῖα ἠνεῴχθη τῶν βροτῶν.


Ὁ τὴν γῆν κατέχων,

τῇ δρακὶ νεκρωθείς,

σαρκικῶς ὑπὸ τῆς γῆς νῦν συνέχεται,

τοὺς νεκροὺς λυτρῶν τῆς ᾅδου συνοχῆς.


Ἐκ φθορᾶς ἀνέβη,

ἡ ζωή μου Σωτήρ,

σοῦ θᾳνόντος καὶ νεκροῖς προσφοιτήσαντος,

καὶ συνθλάσαντος τοῦ ᾅδου τοὺς μοχλούς.


Ὡς φωτὸς λυχνία,

νῦν ἡ σὰρξ τοῦ Θεοῦ,

ὑπὸ γῆν ὡς ὑπὸ μόδιον κρύπτεται,

καὶ διώκει τὸν ἐν ᾅδῃ σκοτασμόν.


Νοερῶν συντρέχει,

στρατιῶν ἡ πληθύς,

Ἰωσὴφ καὶ Νικοδήμῳ συστεῖλαί σε,

τὸν ἀχώρητον ἐν μνήματι σμικρῶ.


Νεκρωθεὶς βουλήσει,

καὶ τεθεὶς ὑπὸ γῆν,

ζωοβρύτα Ἰησοῦ μου ἐζώωσας,

νεκρωθέντα παραβάσει με πικρᾷ.


Ἠλλοιοῦτο πᾶσα,

κτίσις πάθει τῷ σῷ·

πάντα γάρ σοι, Λόγε συνέπασχον,

συνοχέα σε γινώσκοντα παντός.


Τῆς ζωῆς τὴν πέτραν

ἐν κοιλίᾳ λαβών,

ᾅδης ὁ παμφάγος ἐξήμεσεν,

ἐξ αἰῶνος οὕς κατέπιε νεκρούς.


Ἐν καινῷ μνημείῳ,

κατετέθης Χριστέ,

καὶ τὴν φύσιν τῶν βροτῶν ἀνεκαίνισας,

ἀναστὰς θεοπρεπῶς ἐκ τῶν νεκρῶν.


Ἐπὶ γῆς κατῆλθες,

ἵνα σώσῃς Ἀδάμ·

καὶ ἐν γῇ μὴ εὑρηκὼς τοῦτον Δέσποτα,

μέχρις ᾅδου κατελήλυθας ζητῶν.


Συγκλονεῖται φόβῳ,

πᾶσα Λόγε ἡ γῆ,

καὶ φωσφόρος τὰς ἀκτῖνας ἀπέκρυψε,

τοῦ μεγίστου γῇ κρυβέντος σου φωτός.


Ὡς βροτὸς μὲν θνῄσκεις,

ἐκουσίως Σωτήρ,

ὡς Θεὸς δὲ τοὺς θνητοὺς ἐξανέστησας,

ἐκ μνημάτων καὶ βυθοῦ ἁμαρτιῶν.


Δακρυῤῥόους θρήνους,

ἐπί σε ἡ Ἁγνή,

μητρικῶς ὦ Ἰησοῦ ἐπιῤῥαίνουσα, ἀνεβόα·

πῶς κηδεύσω σε Υἱέ;


Ὥσπερ σίτου κόκκος,

ὑποδὺς κόλπους γῆς,

τὸν πολύχουν ἀποδέδωκας ἄσταχυν,

ἀναστήσας τοὺς βροτοὺς τοὺς ἐξ, Ἀδάμ.


Ὑπὸ γῆν ἐκρύβης,

ὥσπερ ἥλιος νῦν,

καὶ νυκτὶ τῇ τοῦ θανάτου κεκάλυψαι·

ἀλλ' ἀνάτειλον φαιδρότερον Σωτήρ.


Ὡς ἡλίου δίσκον,

ἡ σελήνη Σωτήρ, ἀποκρύπτει,

καί σε τάφος νῦν ἔκρυψεν,

ἐκλιπόντα τοῦ θανάτου σαρκικῶς.


Ἡ ζωὴ θανάτου,

γευσαμένη Χριστός,

ἐκ θανάτου τοὺς βροτοὺς ἠλευθέρωσε,

καὶ τοῖς πᾶσι νῦν δωρεῖται τὴν ζωήν.


Νεκρωθέντα πάλαι,

τὸν Ἀδὰμ φθονερῶς,

ἐπανάγεις πρὸς ζωὴν τῇ νεκρώσει σου,

νέος Σῶτερ ἐν σαρκὶ φανεὶς Ἀδὰμ.


Νοεραί σε τάξεις,

ἠπλωμένον νεκρόν,

καθορῶσαι δι' ἡμᾶς ἐξεπλήττοντο,

καλυπτόμεναι ταῖς πτέρυξι Σωτήρ.


Καθελών σε Λόγε,

ἀπὸ ξύλου νεκρόν,

ἐν μνημείῳ Ἰωσὴφ νῦν κατέθετο·

ἀλλ' ἀνάστα σῴζων πάντας ὡς Θεός.


Τῶν Ἀγγέλων Σῶτερ,

χαρμονὴ πεφυκώς,

νῦν καὶ λύπης τούτοις γέγονας αἴτιος,

καθορώμενος σαρκὶ ἄπνους νεκρός.


Ὑψωθεὶς ἐν ξύλῳ,

καὶ τοὺς ζῶντας βροτούς, συνυψοῖς·

ὑπὸ τὴν γῆν δὲ γενόμενος,

τοὺς κειμένους δ' ὑπ' αὐτὴν ἐξανιστᾶς.


Ὥσπερ λέων Σῶτερ,

ἀφυπνώσας σαρκί,

ὡς τις σκύμνος ὁ νεκρὸς ἐξανίστασαι,

ἀποθέμενος τὸ γῆρας τῆς σαρκός.


Τὴν πλευρὰν ἐνύγης,

ὁ πλευρὰν εἰληφὼς,

τοῦ Ἀδὰμ ἐξ ἧς τὴν Εὔαν διέπλασας,

καὶ ἐξέβλυσας κρουνοὺς καθαρτικούς.


Ἐν κρυπτῷ μὲν πάλαι,

θύεται ὁ ἀμνός·

σὺ δ' ὑπαίθριος τυθείς, ἀνεξίκακε,

πᾶσαν κτίσιν ἀπεκάθηρας Σωτήρ.


Τὶς ἐξείποι τρόπον,

φρικτὸν ὄντως καινόν;

ὁ δεσπόζων γὰρ τῆς Κτίσεως σήμερον,

πάθος δέχεται, καὶ θνῄσκει δι' ἡμᾶς.


Ὁ ζωῆς ταμίας,

πῶς ὁρᾶται νεκρός;

ἐκπληττόμενοι οἱ Ἄγγελοι ἔκραζον·

πως δ' ἐν μνήματι συγκλείεται Θεός;


Λογχονύκτου Σῶτερ,

ἐκ πλευρᾶς σου ζωήν,

τῇ ζωῇ τῇ ἐκ ζωῆς ἐξωσάσῃ με,

ἐπιστάζεις καὶ ζωοῖς με σὺν αὐτῇ.


Ἁπλωθεὶς ἐν ξύλῳ,

συνηγάγω βροτούς·

τὴν πλευράν σου δὲ νυγεὶς τὴν ζωήῤῥητον,

πᾶσιν ἄφεσιν πηγάζεις Ἰησοῦ.


Ὁ εὐσχήμων Σῶτερ,

σχηματίζει φρικτῶς,

καὶ κηδεύει ὡς νεκρὸν εὐσχημόνως σε,

καὶ θαμβεῖται σου τὸ σχῆμα τὸ φρικτόν.