Παρασκευή 5 Μαΐου 2023

Αγία Ειρήνη η Μεγαλομάρτυς

 

Ξίφει θανοῦσα καὶ βιώσασα ξένως,
Εἰρηνικῶς τέθνηκας αὖθις, Εἰρήνη.
Εἰρήνη τμηθεῖσα ἀνέγρετο καὶ θάνε πέμπτῃ.

Ἀπολυτίκιον 
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Εἰρήνης τὸν ἄρχοντα, ἰχνηλατοῦσα σεμνή, εἰρήνης ἐπώνυμος, δι’ ἐπιπνοίας Θεοῦ, ἐδείχθης πανεύφημε, σὺ γὰρ τοῦ πολέμου, τᾶς ἐνέδρας φυγοῦσα, ἤθλησας ὑπὲρ φύσιν, ὡς παρθένος φρονίμη, διὸ Μεγαλομάρτυς Εἰρήνη, εἰρήνην ἠμὶν αἴτησαι.

Έτερον Ἀπολυτίκιον
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Ὁ Χριστὸς ἡ εἰρήνη σὲ Εἰρήνην ἐκάλεσε· σὺ γὰρ τὴν εἰρήνην βραβεύεις τοῖς τελοῦσι τὴν μνήμην σου, καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, προστρέχουσι τῷ θείῳ σου ναῷ, καὶ πρεσβεύεις ὑπὲρ πάντων, τῇ τρισηλίῳ παρισταμένη Θεότητι. Ἅπαντες οὖν χαρμονικῶς, τὴν μνήμην αὐτῆς τελέσωμεν, τὸν ἀντιδοξάσαντα αὐτήν, Χριστόν μεγαλύνοντες.

Έτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἁγνείας λαμπρότησι, κρίνον ὡς εὔοσμον, ἐξήνθησας ἔνδοξε Εἰρήνη μάρτυς Χριστοῦ, στολαῖς μαρτυρίου σου, κάλλεσιν ὡραΐσθης, ἐπιγνώσεως Θείας, πλάνης δυσωδεστάτης ἀπελαύνουσα βλάβην· διό σου τὴν πανεύφημον μνήμην γεραίρομεν.

Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθεῖς.
Τὴν καλλιπάρθενον ὑμνήσωμεν πάντες, νύμφην Χριστοῦ, ἐκ τῶν νεκρῶν ἀναστάσαν, ἧν ὁ Θεός ἐδόξασε σημείοις φρικτοῖς, Εἴλκυσε γὰρ πλῆθος ἄπειρον, ἀσεβῶν ἐν τῇ πίστει, καὶ θεόθεν ἔλαβε, τὴν Χριστώνυμον κλήσιν, ὁ τοῦ Θεοῦ γὰρ Ἄγγελος ἐλθών, ἐκ Πηνελόπης Εἰρήνην ἐκάλεσε.

Έτερον Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, τῇ ἀθλήσει γέγονας, ὡραιοτάτη Εἰρήνη· αἵμασι, τοῖς ἐκχυθεῖσί σου φοινιχθεῖσα, πλάνην τε, καταβαλοῦσα τῆς ἀθεΐας· διὰ τοῦτο καὶ ἐδέξω, βραβεῖα νίκης χειρὶ τοῦ Κτίστου σου.

Μεγαλυνάριον
Τῇ εἰρηνωνύμῳ κλήσει σεμνή, κατακολουθοῦσα, εὐηγγέλισαι μυστικῶς, ἄθλοις σου θαυμάτων, ψυχαῖς πολεμουμέναις, σωτήριον εἰρήνην, Εἰρήνη ἔνδοξε.

Ὁ Οἶκος
Τοῦ νυμφίου Χριστοῦ ἔρωτι, Παναοίδιμε, ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειρύτοις, καὶ τῇ ἀθλήσει σαυτὴν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ, ὄντως τοῦ Κτίστου σου θαλάμῳ ἔνδοξε, ὡς νύμφη εὐκλεής, ἐστολισμένη, πεποικιλμένη, εἰσῆλθες ὡς ἐκλεκτή, στεφανηφόρος ὁραθεῖσα, ἐξ ἀφθάρτου νυμφίου δεξαμένη, ὡς χρυσίον, βραβεῖον νίκης τῆς σῆς ἀθλήσεως.

Κάθισμα
Ἦχος Πλ. δ’. Τὴν σοφίαν καὶ λόγον.
Τὴν οὐράνιον νύμφην τοῦ ποιητοῦ, καὶ ἀκήρατον κόρην τοῦ λυτρωτοῦ, Εἰρήνην τιμήσωμεν, τὴν ἀμνάδα τὴν πάντιμον, τὴν καὶ μετὰ πότμον ἐν νεφέλαις ἀρθεῖσαν, Μαγεδὼν ἐκ πόλεως, καὶ εἰς Ἔφεσον φθάσασαν, ἔνθα τοῖς σημείοις καὶ τοῖς τέρασι πάντας ἐνθέως ἐξέπληξας, καὶ τὴν πίστιν ἐκήρυξας, ἀθληφόρε ἀήττητε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἀφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Έτερον Κάθισμα
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Καλλιμάρτυς Εἰρήνη, καὶ Χριστοῦ Νύμφη ἄφθορε, σὺ αὐτῷ παρεστῶσα ὡς ὡραία καὶ πάγκαλος, ὡς λίθους φαιδροὺς καὶ διαυγεῖς, τὰ στίγματα φέρουσα σαρκός, καὶ αἱμάτων τὴν πορφύραν, ὑπέρ ἡμῶν ἀπαύστως πρέσβευε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ ἀναδείξαντι λαμπρῶς, Παρθένων ὄντως καλλονὴν καὶ Μαρτύρων καύχημα.

Έτερον Κάθισμα
Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν ἁγνή, μάρτυς Εἰρήνη οἱ χοροί, τῶν ἀγγέλων καὶ βροτῶν, φύσις ἐξέστη ἐπὶ σοί, πῶς τὸν ἀρχέκακον δράκοντα κατεπάτησας, ὡραίοις σου ποσὶ καὶ κατηδάφισας, καὶ πλήθη ἀσεβῶν ἐχειραγώγησας, καὶ διαδήματι κάλλους παρὰ Χριστοῦ τοῦ Νυμφίου σου ἐστέφθης· διὸ αἰτοῦμεν, μὴ ἐπιλάθου καὶ ἡμῶν τῶν τιμώντων σοι.

Έτερον Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Τῷ κάλλει σου Χριστέ, ἡ παρθένος τρωθεῖσα, παρέδραμε σπουδῇ, τὰ ὁρώμενα πάντα, καὶ πᾶσαν τὴν τοῦ σώματος, εὐμορφίαν ἐκδέδωκε, ταῖς κολάσεσι, καὶ ταῖς πικραῖς τιμωρίαις, ἀφανίζεσθαι· ἣν εἰς ὡραίους νυμφῶνας, εἰσήγαγες Δέσποτα.

 

ΟΡΘΟΔΟΞΟΣ  ΣΥΝΑΞΑΡΙΣΤΗΣ