Κυριακή, 8 Απριλίου 2018

Ἀνέστη Χριστός καί ζωή πολιτεύεται....




Ἀνέστη Χριστός, καί ζωή πολιτεύεται....

Εἴ τις εὐσεβής καί φιλόθεος, ἀπολαυέτω τῆς καλῆς ταύτης καί λαμπρᾶς πανηγύρεως.
Εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τήν χαράν τοῦ Κυρίου αὐτοῦ.
Εἴ τις ἔκαμε νηστεύων, ἀπολαυέτω νῦν τό δηνάριον.
Εἴ τις ἀπό τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τό δίκαιον ὄφλημα.
Εἴ τις μετά τήν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω.
Εἴ τις μετά τήν ἕκτην ἔφθασε, μηδέν ἀμφιβαλλέτω˙ καί γάρ οὐδέν ζημιοῦται.


Εἴ τις ὑστέρησεν εἰς τήν ἐνάτην, προσελθέτω μηδέν ἐνδοιάζων.
Εἴ τις εἰς μόνην ἔφθασε τήν ἐνδεκάτην, μή φοβηθῇ τήν βραδύτητα˙ φιλότιμος γάρ ὤν ὁ Δεσπότης, δέχεται τόν ἔσχατον καθάπερ καί τόν πρῶτον˙ ἀναπαύει τόν τῆς ἐνδεκάτης, ὡς τόν ἐργασάμενον ἀπό τῆς πρώτης˙ καί τόν ὕστερον ἐλεεῖ καί τόν πρῶτον θεραπεύει˙ κακείνῳ δίδωσι καί τούτου χαρίζεται˙ καί τά ἔργα δέχεται καί τήν γνώμην ἀσπάζεται˙ καί τήν πρᾶξιν τιμᾷ καί τήν πρόθεσιν ἐπαινεῖ.
Οὐκοῦν εἰσέλθετε πάντες εἰς τήν χαράν τοῦ Κυρίου ἡμῶν˙ καί πρῶτοι καί δεύτεροι τόν μισθόν ἀπολαύετε.
Πλούσιοι καί πένητες μετ ἀλλήλων χορεύσατε˙ ἐγκρατεῖς καί ράθυμοι τήν ἡμέραν τιμήσατε˙ νηστεύσαντες καί μή νηστεύσαντες, εὐφράνθητε σήμερον.
Ἡ τράπεζα γέμει, τρυφήσατε πάντες. Ὁ μόσχος πολύς, μηδείς ἐξέλθῃ πεινῶν.
Πάντες ἀπολαύσατε τοῦ συμποσίου τῆς πίστεως˙ πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος.
Μηδείς θρηνείτω πενίαν˙ ἐφάνη γάρ ἡ κοινή Βασιλεία.
Μηδείς ὀδυρέσθω πταίσματα˙ συγγνώμη γάρ ἐκ τοῦ τάφου ἀνέτειλε.

Μηδείς φοβείσθω θάνατον˙ ἠλευθέρωσε γάρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνατος. Ἔσβεσεν αὐτόν, ὑπ αὐτοῦ κατεχόμενος. Ἐσκύλευσε τόν ἅδην ὁ κατελθών εἰς τόν ἅδην. Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκός αὐτοῦ.

Καί τοῦτο προλαβών Ἡσαΐας ἐβόησεν.
Ὁ ἅδης φησίν, ἐπικράνθη, συναντήσας σοι κάτω.
Ἐπικράνθη˙ καί γάρ κατηργήθη.
Ἐπικράνθη˙ καί γάρ ἐνεπαίχθη.
Ἐπικράνθη˙ καί γάρ ἐνεκρώθη.
Ἐπικράνθη˙ καί γάρ καθῃρέθη.
Ἐπικράνθη˙ καί γάρ ἐδεσμεύθη.

Ἔλαβε σῶμα καί Θεῷ περιέτυχεν. Ἔλαβε γῆν καί συνήντησεν οὐρανῷ.
Ἔλαβεν ὅπερ ἔβλεπε καί πέπτωκεν ὅθεν οὐκ ἔβλεπε.
Ποῦ σου, θάνατε, τό κέντρον; Ποῦ σου, ἅδη, τό νῖκος;
Ἀνέστη Χριστός καί σύ καταβέβλησαι.
Ἀνέστη Χριστός καί πεπτώκασι δαίμονες.
Ἀνέστη Χριστός καί χαίρουσιν ἄγγελοι.
Ἀνέστη Χριστός, καί ζωή πολιτεύεται.
Ἀνέστη Χριστός καί νεκρός οὐδείς ἐν τῷ μνήματι.
Χριστός γάρ ἐγερθείς ἐκ νεκρῶν, ἀπαρχή τῶν κεκοιμημένων ἐγένετο.

Αὐτῷ ἡ δόξα καί τό κράτος εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.